Creed of the Council of Constantinople, 381
| Author: | Council of Constantinople |
| Title: | Niceno-Constantinopolitan Creed |
| Date: | 381 |
| Language: | Greek |
| Incipit: | Πιστεύομεν |
| CPG: | 8602 |
| Source: | Bibliothek der Symbole und Glaubensregeln der Alten Kirche (p.162) by A. Hahn. Breslau, 1897. |
[1] Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς ὁρατῶν τε πάντων καὶ ἀοράτων·
[2] καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμούσιον τῷ πατρί, δι᾽ οὗ τὰ πάντα ἐγένετο, [3] τὸν δι᾽ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτερίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου καὶ ἐνανθρωπήσοντα [4] σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα [5] καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφὰς [6] καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ πατρὸς [7] καὶ πάλιν ἐρχὸμενον μετὰ δοξης κρῖναι ζῶντας καὶ νεκροὺς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
[8] καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, τὸ κύριον καὶ ζωοποιόν, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, τὸ σὺν πατρὶ καὶ υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ ἐκ λαλῆσαν διὰ τῶν προφητῶν· [9] εἰς μίαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν· [10] ὁμολογοῦμεν ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν· [11] προσδοκῶμεν ἀνάστασιν νεκρῶν [12] καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. ἀμήν.
Created by AJW
Last updated:10/18/07 AJW
Copyright 2006 Wisconsin Lutheran College History Department
Fourth-Century Christianity Home