Comparison of select creeds

 

Council of Antioch, 325 Council of Nicaea, 325 Council of Constantinople, 381
CPG 8509 CPG 8512 CPG 8602
E. Schwartz, “Zur Geschichte des Athanasius.” Nachrichten von der Königlichen Gesellschaft der Wissenschaften und der Georg-Augusts-Universität zu Göttingen, Philologisch-Historische Klasse (Gottingen: Luder Horstmann, Jahre 1905) p. 275-7. The Greek is a reconstruction, the original Syriac is also available from the same pages.  August Hahn, ed., Bibliothek der Symbole und Glaubensregeln der Alten Kirche, Breslau: E. Morgenstern, 1897. p.160-1 August Hahn, ed., Bibliothek der Symbole und Glaubensregeln der Alten Kirche  Breslau: E. Morgenstern, 1897. p. 162
πιστεύειν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ἀκατάληπτον, ἄτρεπτον καὶ ἀναλλοίωτον, προνοητὴν καὶ ἡγεμόνα τοῦ παντός, δίκαιον, ἀγαθόν, ποιητὴν οὐρανοῦ καὶ γῆς καὶ πάντων τῶν ἐν αὐτοῖς, νόμου καὶ προφητῶν καὶ τῆς καινῆς διαθήκης κύριον· Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν. Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς ὁρατῶν τε πάντων καὶ ἀοράτων·
καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, υἱὸν μονογενῆ, γεννηθέντα οὐκ ἐκ τοῦ μὴ ὄντος, ἀλλ᾿ ἐκ τοῦ πατρός, οὐχ ὡς ποιητόν, ἀλλ᾿ ὡς γέννημα κυρίως, γεννηθέντα δὲ ἀρρήτως καὶ ἀλέκτως, διότι μόνος ὁ πατὴρ ὁ γεννήσας καὶ ὁ υἱὸς ὁ γεννηθεὶς ἔγνω. «οὐδεὶς γὰρ ἐπιγινώσκει τὸν πατέρα εἰ μὴ ὁ υἱός, ἢ τὸν υἱὸν εἰ μὴ ὁ πατήρ.» τὸν ἀεὶ ὄντα καὶ οὐ πρότερον οὐκ ὄντα. εἰκόνα γὰρ αὐτὸν μόνον ἐκ τῶν ἀγίων γραφῶν μεμαθήκαμεν, οὐ - δῆλον ὅτι ὡς ἂν παρὰ τοῦ πατρὸς - ἀγέννητον ὄντα· οὐ θέσει· ἀσεβὲς γὰρ καὶ βλάσφημον τοῦτο λέγειν, ἀλλὰ κυρίως καὶ ἀληθῶς υἱὸν λέγουσιν αὐτὸν αἱ γραφαὶ γεννηθέντα, ὥστε καὶ πιστεύομεν ἄτρεπτον εἶναι καὶ ἀναλλοίωτον αὐτὸν οὐδὲ θελήσει ἢ θέσει γεννηθῆναι ἢ γενέσθαι, ὥστε ἐκ τοῦ μὴ ὄντος αὐτὸν εἶναι φαίνεσθαι, ἀλλὰ καθὸ γεννηθῆναι αὐτὸν εἰκός, οὐδ᾿ ὅπερ οὐ θέμις ἐννοεῖν καθ᾿ ὁμοίωσιν ἢ φύσιν ἢ μῖξιν οὐδενὸς τῶν δι᾿ αὐτοῦ γενομένων,  ἀλλὰ διότι ὑπερβαίνει πᾶσαν ἔννοιαν ἢ διάνοιαν ἢ λόγον, ἐκ τοῦ πατρὸς τοῦ ἀγεννήτου γεννηθῆναι αὐτὸν ὁμολογοῦμεν, θεὸν λόγον, φῶς ἀληθινόν, δικαιοσύνην, Ἰησοῦν Χριστόν, πάντων κύριον καὶ σωτῆρα. εἰκὼν γάρ ἐστιν οὐ θελήσεως οὐδ᾿ ἄλλου τινός, ἀλλ᾿ αὐτῆς τῆς πατρικῆς ὑποστάσεως. Καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρὸς, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρὶ, δι᾿ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμούσιον τῷ πατρί, δι᾽ οὗ τὰ πάντα ἐγένετο,
οὗτος δ᾿ ὁ υἱὸς θεὸς λόγος καὶ ἐν σαρκὶ ἐκ τῆς θεοτόκου Μαρίας τεχθεὶς καὶ σαρκωθείς, τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα, ἐνανθρωπήσαντα, τὸν δι᾽ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτερίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου καὶ ἐνανθρωπήσοντα
παθὼν καὶ ἀποθανὼν παθόντα, σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα
ἀνέστη ἐκ νεκρῶν και` ἀναστάντα τῇ τριτῇ ἡμέρᾳ, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφὰς
 καὶ ἀνελήφθη εἰς οὐρανόν, κάθηται δὲ ἐν δεξιᾷ τῆς μεγαλοσύνης τῆς ὑψίστῆς, ἀνελθόντα εἰς οὐρανούς, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ πατρὸς
 ἐρχόμενος κρῖναι ζῶντας καὶ νεκρούς· καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. καὶ πάλιν ἐρχὸμενον μετὰ δοξης κρῖναι ζῶντας καὶ νεκροὺς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
ἔτι δὲ ὡς καὶ τὸν σωτῆρα ἡμῶν αἱ ἱεραὶ γραφαὶ διδάσκουσιν καὶ ἓν πνεῦμα πιστεῦσαι, Καὶ εἰς τὸ ἅγιον πνεῦμα. καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, τὸ κύριον καὶ ζωοποιόν, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, τὸ σὺν πατρὶ καὶ υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ ἐκ λαλῆσαν διὰ τῶν προφητῶν·
μίαν καθολικὴν ἐκκλησίαν,   εἰς μίαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν·
     ὁμολογοῦμεν ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν·
τὴν νεκρῶν ἀνάστασιν,    προσδοκῶμεν ἀνάστασιν νεκρῶν
καὶ κρίσιν ἀνταποδόσεως καθὰ ἔπραξέν τις ἐν σαρκὶ εἴτε ἀγαθὰ εἴτε κακά,    
    καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. ἀμήν.
ἀναθεματίζοντες ἐκείνους, οἳ λέγουσιν ἢ νομίζουσιν ἢ κηρύττουσιν τὸν υἱὸν τοῦ θεοῦ κτίσμα ἢ γενητὸν ἢ ποιητὸν καὶ οὐκ ἀληθῶς γέννημα εἶναι ἢ ὅτι ἦν ὅτε οὐκ ἦν, - ἡμεῖς γὰρ, ὅτι ἦν καὶ ἔστιν καὶ ὅτι φῶς ἐστιν, πιστεύομεν, - προσέτι δὲ κἀκείνους οἳ τῇ αὐτεξουσίῳ θελήσει αὐτοῦ ἄτρεπτον εἶναι αὐτὸν ἡγοῦνται, ὥσπερ καὶ οἱ ἐκ τοῦ μὴ ὄντος παράγοντες τὴν γέννησιν καὶ μὴ φύσει ἄτρεπτον κατὰ τὸν πατέρα. εἰκὼν γὰρ ὡς ἐν πᾶσιν, οὕτως καὶ μάλιστα ἐν τῷδε τοῦ πατρὸς ἐκηρύχθη ὁ σωτὴρ ἡμῶν. Τοὺς δὲ λέγοντες· ἦν ποτε ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆαι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ κτιστὸν ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, ἀναθεματίζει ἡ καθολικὴ ἐκκλησία.  


Created by AJW
Last updated: 6/21/07 AJW
Copyright 2006 Wisconsin Lutheran College History Department
Fourth-Century Christianity Home