date: 325
original language: Greek
CPG: 8512
source: August Hahn, ed., Bibliothek der Symbole und Glaubensregeln der Alten Kirche. Breslau: E. Morgenstern, 1897. p.160-1
note: The following, the actual creed drawn up at the Council of Nicea in 325, is significantly different than the creed often referred to as the “Nicene Creed.” What is commonly called the “Nicene Creed” and recited in church is actually the Constantinopolitan Creed from the Council of Constantinople in 381. This website also has pages with the Creed of Nicaea, 325 in Greek and English. The creed of the Council of Constantinople in Greek and English, and a comparison of both creeds written in both Greek and English.  Also available is the Constantinopolitian creed in Greek and English side by side.

Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν. Καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρὸς, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρὶ, δι᾿ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ· τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα, και` ἀναστάντα τῇ τριτῇ ἡμέρᾳ, ἀνελθόντα εἰς οὐρανούς, καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς.

Καὶ εἰς τὸ ἅγιον πνεῦμα.

Τοὺς δὲ λέγοντες· ἦν ποτε ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆαι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ κτιστὸν ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, ἀναθεματίζει ἡ καθολικὴ ἐκκλησία.

Created by AJW

No Responses yet